Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.19 Joseph. AJ 16.25 (English) >>Joseph. AJ 16.31

16.23ὡς δʼ αὐτοῖς κατείργαστο καὶ τὰ περὶ τὸν Πόντον, ὧν ἕνεκεν Ἀγρίππας ἐστάλη, τὴν ἀνακομιδὴν οὐκέτʼ ἐδόκει ποιεῖσθαι πλέουσιν, ἀλλὰ διαμειψάμενοι τήν τε Παφλαγονίαν καὶ Καππαδοκίαν κἀκεῖθεν ἐπὶ τῆς μεγάλης Φρυγίας ὁδεύσαντες εἰς Ἔφεσον ἀφίκοντο, πάλιν δὲ ἐξ Ἐφέσου διέπλευσαν εἰς Σάμον. 16.24πολλαὶ μὲν οὖν καὶ κατὰ πόλιν ἑκάστην εὐεργεσίαι τῷ βασιλεῖ κατὰ τὰς χρείας τῶν ἐντυγχανόντων ἐγένοντο· καὶ γὰρ αὐτὸς ὅσα διὰ χρημάτων ἦν ηπίξεως οὐ παρέλειπεν ἐξ αὐτοῦ τὰς δαπάνας ποιούμενος καὶ τῶν παρὰ Ἀγρίππα τισὶν ἐπιζητουμένων μεσίτης ἦν καὶ διεπράττετο μηδενὸς ἀτυχῆσαι τοὺς δεομένους. 16.25ὄντος δὲ κἀκείνου χρηστοῦ καὶ μεγαλοψύχου πρὸς τὸ παρέχειν ὅσα τοῖς ἠξιωκόσιν ὠφέλιμα ὄντα μηδένα τῶν ἄλλων ἐλύπει, πλεῖστον τοῦ βασιλέως ἐποίει ῥοπὴ προτρέπουσα πρὸς τὰς εὐεργεσίας οὐ βραδύνοντα τὸν Ἀγρίππαν. 16.26Ἰλιεῦσι μέν γε αὐτὸν διήλλαξεν, διέλυσεν δὲ Χίοις τὰ πρὸς τοὺς Καίσαρος ἐπιτρόπους χρήματα καὶ τῶν εἰσφορῶν ἀπήλλαξεν, τοῖς δὲ ἄλλοις καθὸ δεηθεῖεν ἕκαστοι παρίστατο. 16.27

Τότε δὲ περὶ τὴν Ἰωνίαν αὐτῶν γενομένων πολὺ πλῆθος Ἰουδαίων, τὰς πόλεις ᾤκει, προσῄει καιροῦ καὶ παρρησίας ἐπειλημμένοι, καὶ τὰς ἐπηρείας ἔλεγον, ἃς ἐπηρεάζοντο μήτε νόμοις οἰκείοις ἐώμενοι χρῆσθαι δίκας τε ἀναγκαζόμενοι διδόναι κατʼ ἐπήρειαν τῶν εὐθυνόντων ἐν ἱεραῖς ἡμέραις,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.19 Joseph. AJ 16.25 (English) >>Joseph. AJ 16.31

Powered by PhiloLogic